Available under a Creative Commons Attribution-ShareAlike 4.0 International + License
+Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
+In ood. Vatic. 997, nunc Paris. suppl. gr, 352 (saec. VIII) et
+depeidito gemello codice, unde nonnulli alii sunt descripti, sub titulo
+ἐκ τῶν Ἡρακλείδου περὶ πολιτείας Ἀθηναίων (itemque de ceterarum
+
nationum rebus publicis) servata est epitoma operis quod Aristotelicum
+hoc verbo tenus secutum est, nisi id ipsum fuit. aut enim Heraclides
+ille librum Aristotelicum ipse excerpsit, aut epitomator Heraclidi sive
+Pontico sive alii opus tribuit quod sub Aristotelis nomine cognovimus.
+epitomam ediderunt C. Peruscus (a. 1545), F. G. Schneidewin (1847),
+
C. Mueller ;(Frag. Hist. Graec. II 208, 1848), denique V. Rose, quem
+(ed. Teub., 1886) plerumque secutus sum. clausulas disposuerunt K-W.
1. ἀθηναῖοι τὸ μὲν ἴε ἀρχῆς ἐχρῶντο βασιλείᾳ· συνοικἦσαντος δὲ +Ἴωνος αὐτοὺς τότε τρῶτον Ἴωνες ἐκλήθησαν.
+Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμα τὴν ἀρχὴν τοῖς υἱοῖς.
+
καὶ διετέλουν οὗτοι στασιάζοντες.
Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τουτους ἐφ’ ἴσῃ καὶ ὁμοίᾳ [μοίρᾳ].
+οὗτος ἐλθὼν εἰς Σκῦτον ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, +φοβηθέντος μὴ σφετερίσηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον +μετὰ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὁστᾶ.
+ἀπὸ δὲ Κοδριδῶν οὐκέτι βασιλεῖς ᾑροῦντο διὰ τὸ δοκεῖν τρυφᾶν καὶ +μαλακούς γεγονέναι.
+Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπύσασθαι τὴv διαβολήν, +λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμώνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας +μετὰ τῆς θυγατρὸς] τῷ ἅρματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἕως <ἂν> +ἀπόληται.
2. τοὺς μετὰ Κύλωνος διὰ τὴν τυραννίδα ἐπὶ τὸν βωμὸν τῆς θεοῦ +πεφευγότας οἱ περὶ μεγακλέα ἀπέκτειναν. καὶ τοὺς δράσαντας ὡς ἐναγεῖς +ἤλαυνον.
+3. Σόλων νομοθετῶν Ἀθηναίοις καὶ χρεῶν ἀποκοπάς ἐποίησε, τὴν +σεισάχθειαν καλουμένην.
+ὡς δ᾿ ἐνώχλουν αὐτῷ τινες περὶ τῶν νόμων, ἀπεδήμησεν εἰς Αἴγυπτον.
4. Πεισίστρατος τριάκοντα καὶ τρία ἔτη τυραννήσας γηράσας ἀπέθανε.
+Ἵππαρχος ὁ υἱὸς Πεισιστράτου παιδιώδης ἧν καὶ ἐρωτικὸς καὶ φιλότοῦτον Θεσσαλὸς δὲ νεώτερος καὶ θρασύς.
+τοῦτον τυραννοῦντα μὴ δυνηθέντες ἀνελεῖν Ἵππαρχον ἀπέκτειναν τὸν +ἀδελφὸν αὐτοῦ.
+Ἰππίας δὲ πικρότατα ἐτυράννει.
+καὶ τὸν περὶ ὀστρακισμοῦ νόμον εἰσηγήσατο, ὅς ἐτέθη διὰ τοὺς τουραννιῶντας. καὶ ἄλλοι τε ὠστρακίσθησαν καὶ Ξάνθιππος καὶ Ἀριστείδης.
5 [7]. Θεμιστοκλῆς καὶ Ἀριστείδης.
+καὶ ἡ ἐξ ἀρείου πάγου βουλὴ πολλὰ ἐδύνατο.
6 [5]. Ἐφιάλτης * * *.
+<Κίμων> τοὺς ἰδίους ἀγροὺς ὀπωρίζειν παρεὶχε τοῖς βουλομένοις, ἐξ + ὧν πολλοὺς ἐδείπνιζε.
7 [6]. Κλέων παραλαβὼν διέφθειρε τὸ πολίτευμα.
+καὶ ἔτι μᾶλλον οἱ μετ᾿ αὐτόν, οἵ πάντα 'νομίας ἐνέπλησαν καὶ ἄνεῖλον +οὐκ ἐλάσσους χιλίων φ.ݲ
+τούτων δὲ καταλυθέντων Θρασύβουλος καὶ ῾Ρίνων προειστήκεσαν, ὅς + ἧν ἀνὴρ καλὸς καὶ ἀγαθός. * * * *
8. καὶ τῶν ὁδῶν ἐπιμελοῦνται ὅπως μή τινες κατοικοδομῶσιν αὐτὰς +ἢδρυφάκτους ὑπερτείνωσιν.
+ὁμοίως δὲ καθιστᾶσι καὶ τοὺς ἕνδεκα [τοὺς] ἐπιμελησομένους τῶν ἐν
+
τῷ δεσμωτηρίῳ.
εἰσὶ δὲ καὶ ἐννέα ἄρχοντες. θεσμοθέται ς,ݲ οἵ δοκιμασθέντες ὀμνύουσι +δικαίως ἄρξειν καὶ δῶρα μὴ λήψεσθαι ἢ ἀνδριάντα χρυσοῦν ἀνθήσειν.
+ὁ δὲ βασιλεὺς τὰ κατὰ τὰς θυσίας διοικεῖ.
+καὶ <ὁ πολέμαρχος> τὰ πολέμαι.
+